Luke 23 - American Standard Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And the whole company of them rose up, and brought him before Pilate. | ![]() | 1 καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν πιλᾶτον. | ||
2 And they began to accuse him, saying, We found this man perverting our nation, and forbidding to give tribute to Caesar, and saying that he himself is Christ a king. | ![]() | 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. | ||
3 And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him and said, Thou sayest. | ![]() | 3 ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. | ||
4 And Pilate said unto the chief priests and the multitudes, I find no fault in this man. | ![]() | 4 ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. | ||
5 But they were the more urgent, saying, He stirreth up the people, teaching throughout all Judaea, and beginning from Galilee even unto this place. | ![]() | 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε. | ||
6 But when Pilate heard it, he asked whether the man were a Galilaean. | ![]() | 6 πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν· | ||
7 And when he knew that he was of Herod's jurisdiction, he sent him unto Herod, who himself also was at Jerusalem in these days. | ![]() | 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | ||
8 Now when Herod saw Jesus, he was exceeding glad: for he was of a long time desirous to see him, because he had heard concerning him; and he hoped to see some miracle done by him. | ![]() | 8 ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. | ||
9 And he questioned him in many words; but he answered him nothing. | ![]() | 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῶ. | ||
10 And the chief priests and the scribes stood, vehemently accusing him. | ![]() | 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | ||
11 And Herod with his soldiers set him at nought, and mocked him, and arraying him in gorgeous apparel sent him back to Pilate. | ![]() | 11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῶ πιλάτῳ. | ||
12 And Herod and Pilate became friends with each other that very day: for before they were at enmity between themselves. | ![]() | 12 ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. | ||
13 And Pilate called together the chief priests and the rulers and the people, | ![]() | 13 πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν | ||
14 and said unto them, Ye brought unto me this man, as one that perverteth the people: and behold, I having examined him before you, found no fault in this man touching those things whereof ye accuse him: | ![]() | 14 εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὖρον ἐν τῶ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ, | ||
15 no, nor yet Herod: for he sent him back unto us; and behold, nothing worthy of death hath been done by him. | ![]() | 15 ἀλλ᾽ οὐδὲ ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῶ. | ||
16 I will therefore chastise him, and release him. | ![]() | 16 παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | ||
17 `Now he must needs release unto them at the feast one prisoner.' | ![]() | |||
18 But they cried out all together, saying, Away with this man, and release unto us Barabbas: -- | ![]() | 18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν· | ||
19 one who for a certain insurrection made in the city, and for murder, was cast into prison. | ![]() | 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | ||
20 And Pilate spake unto them again, desiring to release Jesus; | ![]() | 20 πάλιν δὲ ὁ πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ἰησοῦν· | ||
21 but they shouted, saying, Crucify, crucify him. | ![]() | 21 οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. | ||
22 And he said unto them the third time, Why, what evil hath this man done? I have found no cause of death in him: I will therefore chastise him and release him. | ![]() | 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | ||
23 But they were urgent with loud voices, asking that he might be crucified. And their voices prevailed. | ![]() | 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. | ||
24 And Pilate gave sentence that what they asked for should be done. | ![]() | 24 καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· | ||
25 And he released him that for insurrection and murder had been cast into prison, whom they asked for; but Jesus he delivered up to their will. | ![]() | 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. | ||
26 And when they led him away, they laid hold upon one Simon of Cyrene, coming from the country, and laid on him the cross, to bear it after Jesus. | ![]() | 26 καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. | ||
27 And there followed him a great multitude of the people, and of women who bewailed and lamented him. | ![]() | 27 ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. | ||
28 But Jesus turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children. | ![]() | 28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, | ||
29 For behold, the days are coming, in which they shall say, Blessed are the barren, and the wombs that never bare, and the breasts that never gave suck. | ![]() | 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. | ||
30 Then shall they begin to say to the mountains, Fall on us; and to the hills, Cover us. | ![]() | 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· | ||
31 For if they do these things in the green tree, what shall be done in the dry? | ![]() | 31 ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; | ||
32 And there were also two others, malefactors, led with him to be put to death. | ![]() | 32 ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. | ||
33 And when they came unto the place which is called The skull, there they crucified him, and the malefactors, one on the right hand and the other on the left. | ![]() | 33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. | ||
34 And Jesus said, Father, forgive them; for they know not what they do. And parting his garments among them, they cast lots. | ![]() | 34 [[ὁ δὲ ἰησοῦς ἔλεγεν, πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | ||
35 And the people stood beholding. And the rulers also scoffed at him, saying, He saved others; let him save himself, if this is the Christ of God, his chosen. | ![]() | 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὖτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. | ||
36 And the soldiers also mocked him, coming to him, offering him vinegar, | ![]() | 36 ἐνέπαιξαν δὲ αὐτῶ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῶ | ||
37 and saying, If thou art the King of the Jews, save thyself. | ![]() | 37 καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων, σῶσον σεαυτόν. | ||
38 And there was also a superscription over him, THIS IS THE KING OF THE JEWS. | ![]() | 38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῶ, ὁ βασιλεὺς τῶν ἰουδαίων οὖτος. | ||
39 And one of the malefactors that were hanged railed on him, saying, Art not thou the Christ? save thyself and us. | ![]() | 39 εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | ||
40 But the other answered, and rebuking him said, Dost thou not even fear God, seeing thou art in the same condemnation? | ![]() | 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; | ||
41 And we indeed justly; for we receive the due reward of our deeds: but this man hath done nothing amiss. | ![]() | 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὖτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. | ||
42 And he said, Jesus, remember me when thou comest in thy kingdom. | ![]() | 42 καὶ ἔλεγεν, ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. | ||
43 And he said unto him, Verily I say unto thee, To-day shalt thou be with me in Paradise. | ![]() | 43 καὶ εἶπεν αὐτῶ, ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῶ παραδείσῳ. | ||
44 And it was now about the sixth hour, and a darkness came over the whole land until the ninth hour, | ![]() | 44 καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης | ||
45 the sun's light failing: and the veil of the temple was rent in the midst. | ![]() | 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | ||
46 And Jesus, crying with a loud voice, said, Father, into thy hands I commend my spirit: and having said this, he gave up the ghost. | ![]() | 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν, πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. | ||
47 And when the centurion saw what was done, he glorified God, saying, Certainly this was a righteous man. | ![]() | 47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. | ||
48 And all the multitudes that came together to this sight, when they beheld the things that were done, returned smiting their breasts. | ![]() | 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. | ||
49 And all his acquaintance, and the women that followed with him from Galilee, stood afar off, seeing these things. | ![]() | 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῶ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῶ ἀπὸ τῆς γαλιλαίας, ὁρῶσαι ταῦτα. | ||
50 And behold, a man named Joseph, who was a councillor, a good and righteous man | ![]() | 50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | ||
51 (he had not consented to their counsel and deed), `a man' of Arimathaea, a city of the Jews, who was looking for the kingdom of God: | ![]() | 51 _ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, | ||
52 this man went to Pilate, and asked for the body of Jesus. | ![]() | 52 οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ, | ||
53 And he took it down, and wrapped it in a linen cloth, and laid him in a tomb that was hewn in stone, where never man had yet lain. | ![]() | 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῶ οὖ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. | ||
54 And it was the day of the Preparation, and the sabbath drew on. | ![]() | 54 καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. | ||
55 And the women, who had come with him out of Galilee, followed after, and beheld the tomb, and how his body was laid. | ![]() | 55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς γαλιλαίας αὐτῶ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | ||
56 And they returned, and prepared spices and ointments. And on the sabbath they rested according to the commandment. | ![]() | 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, | ||
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..