Luke 23 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And having risen, the whole multitude of them did lead him to Pilate, | ![]() | 1 καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν πιλᾶτον. | ||
2 and began to accuse him, saying, `This one we found perverting the nation, and forbidding to give tribute to Caesar, saying himself to be Christ a king.' | ![]() | 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. | ||
3 And Pilate questioned him, saying, `Thou art the king of the Jews?' and he answering him, said, `Thou dost say `it'.' | ![]() | 3 ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. | ||
4 And Pilate said unto the chief priests, and the multitude, `I find no fault in this man;' | ![]() | 4 ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. | ||
5 and they were the more urgent, saying -- `He doth stir up the people, teaching throughout the whole of Judea -- having begun from Galilee -- unto this place.' | ![]() | 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε. | ||
6 And Pilate having heard of Galilee, questioned if the man is a Galilean, | ![]() | 6 πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν· | ||
7 and having known that he is from the jurisdiction of Herod, he sent him back unto Herod, he being also in Jerusalem in those days. | ![]() | 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | ||
8 And Herod having seen Jesus did rejoice exceedingly, for he was wishing for a long `time' to see him, because of hearing many things about him, and he was hoping some sign to see done by him, | ![]() | 8 ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. | ||
9 and was questioning him in many words, and he answered him nothing. | ![]() | 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῶ. | ||
10 And the chief priests and the scribes stood vehemently accusing him, | ![]() | 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | ||
11 and Herod with his soldiers having set him at nought, and having mocked, having put around him gorgeous apparel, did send him back to Pilate, | ![]() | 11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῶ πιλάτῳ. | ||
12 and both Pilate and Herod became friends on that day with one another, for they were before at enmity between themselves. | ![]() | 12 ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. | ||
13 And Pilate having called together the chief priests, and the rulers, and the people, | ![]() | 13 πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν | ||
14 said unto them, `Ye brought to me this man as perverting the people, and lo, I before you having examined, found in this man no fault in those things ye bring forward against him; | ![]() | 14 εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὖρον ἐν τῶ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ, | ||
15 no, nor yet Herod, for I sent you back unto him, and lo, nothing worthy of death is having been done by him; | ![]() | 15 ἀλλ᾽ οὐδὲ ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῶ. | ||
16 having chastised, therefore, I will release him,' | ![]() | 16 παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | ||
17 for it was necessary for him to release to them one at every feast, | ![]() | |||
18 and they cried out -- the whole multitude -- saying, `Away with this one, and release to us Barabbas,' | ![]() | 18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν· | ||
19 who had been, because of a certain sedition made in the city, and murder, cast into prison. | ![]() | 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | ||
20 Pilate again then -- wishing to release Jesus -- called to them, | ![]() | 20 πάλιν δὲ ὁ πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ἰησοῦν· | ||
21 but they were calling out, saying, `Crucify, crucify him.' | ![]() | 21 οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. | ||
22 And he a third time said unto them, `Why, what evil did he? no cause of death did I find in him; having chastised him, then, I will release `him'.' | ![]() | 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. | ||
23 And they were pressing with loud voices asking him to be crucified, and their voices, and those of the chief priests, were prevailing, | ![]() | 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. | ||
24 and Pilate gave judgment for their request being done, | ![]() | 24 καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· | ||
25 and he released him who because of sedition and murder hath been cast into the prison, whom they were asking, and Jesus he gave up to their will. | ![]() | 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. | ||
26 And as they led him away, having taken hold on Simon, a certain Cyrenian, coming from the field, they put on him the cross, to bear `it' behind Jesus. | ![]() | 26 καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. | ||
27 And there was following him a great multitude of the people, and of women, who also were beating themselves and lamenting him, | ![]() | 27 ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. | ||
28 and Jesus having turned unto them, said, `Daughters of Jerusalem, weep not for me, but for yourselves weep ye, and for your children; | ![]() | 28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, | ||
29 for, lo, days do come, in which they shall say, Happy the barren, and wombs that did not bare, and paps that did not give suck; | ![]() | 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. | ||
30 then they shall begin to say to the mountains, Fall on us, and to the hills, Cover us; -- | ![]() | 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· | ||
31 for, if in the green tree they do these things -- in the dry what may happen?' | ![]() | 31 ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; | ||
32 And there were also others -- two evil-doers -- with him, to be put to death; | ![]() | 32 ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. | ||
33 and when they came to the place that is called Skull, there they crucified him and the evil-doers, one on the right hand and one on the left. | ![]() | 33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. | ||
34 And Jesus said, `Father, forgive them, for they have not known what they do;' and parting his garments they cast a lot. | ![]() | 34 [[ὁ δὲ ἰησοῦς ἔλεγεν, πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | ||
35 And the people were standing, looking on, and the rulers also were sneering with them, saying, `Others he saved, let him save himself, if this be the Christ, the choice one of God.' | ![]() | 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὖτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. | ||
36 And mocking him also were the soldiers, coming near and offering vinegar to him, | ![]() | 36 ἐνέπαιξαν δὲ αὐτῶ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῶ | ||
37 and saying, `If thou be the king of the Jews, save thyself.' | ![]() | 37 καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων, σῶσον σεαυτόν. | ||
38 And there was also a superscription written over him, in letters of Greek, and Roman, and Hebrew, `This is the King of the Jews.' | ![]() | 38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῶ, ὁ βασιλεὺς τῶν ἰουδαίων οὖτος. | ||
39 And one of the evil-doers who were hanged, was speaking evil of him, saying, `If thou be the Christ, save thyself and us.' | ![]() | 39 εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | ||
40 And the other answering, was rebuking him, saying, `Dost thou not even fear God, that thou art in the same judgment? | ![]() | 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; | ||
41 and we indeed righteously, for things worthy of what we did we receive back, but this one did nothing out of place;' | ![]() | 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὖτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. | ||
42 and he said to Jesus, `Remember me, lord, when thou mayest come in thy reign;' | ![]() | 42 καὶ ἔλεγεν, ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. | ||
43 and Jesus said to him, `Verily I say to thee, To-day with me thou shalt be in the paradise.' | ![]() | 43 καὶ εἶπεν αὐτῶ, ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῶ παραδείσῳ. | ||
44 And it was, as it were, the sixth hour, and darkness came over all the land till the ninth hour, | ![]() | 44 καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης | ||
45 and the sun was darkened, and the vail of the sanctuary was rent in the midst, | ![]() | 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | ||
46 and having cried with a loud voice, Jesus said, `Father, to Thy hands I commit my spirit;' and these things having said, he breathed forth the spirit. | ![]() | 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν, πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. | ||
47 And the centurion having seen what was done, did glorify God, saying, `Really this man was righteous;' | ![]() | 47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. | ||
48 and all the multitudes who were come together to this sight, beholding the things that came to pass, smiting their breasts did turn back; | ![]() | 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. | ||
49 and all his acquaintances stood afar off, and women who did follow him from Galilee, beholding these things. | ![]() | 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῶ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῶ ἀπὸ τῆς γαλιλαίας, ὁρῶσαι ταῦτα. | ||
50 And lo, a man, by name Joseph, being a counsellor, a man good and righteous, | ![]() | 50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | ||
51 -- he was not consenting to their counsel and deed -- from Arimathea, a city of the Jews, who also himself was expecting the reign of God, | ![]() | 51 _ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, | ||
52 he, having gone near to Pilate, asked the body of Jesus, | ![]() | 52 οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ, | ||
53 and having taken it down, he wrapped it in fine linen, and placed it in a tomb hewn out, where no one was yet laid. | ![]() | 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῶ οὖ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. | ||
54 And the day was a preparation, and sabbath was approaching, | ![]() | 54 καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. | ||
55 and the women also who have come with him out of Galilee having followed after, beheld the tomb, and how his body was placed, | ![]() | 55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς γαλιλαίας αὐτῶ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | ||
56 and having turned back, they made ready spices and ointments, and on the sabbath, indeed, they rested, according to the command. | ![]() | 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, | ||
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..