Bible

Luke 7 - American Standard Version with Greek

Luke 7 - American Standard Version with Greek - Ark.au

Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

1 After he had ended all his sayings in the ears of the people, he entered into Capernaum.

1 ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς καφαρναούμ.

2 And a certain centurion's servant, who was dear unto him, was sick and at the point of death.

2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῶ ἔντιμος.

3 And when he heard concerning Jesus, he sent unto him elders of the Jews, asking him that he would come and save his servant.

3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.

4 And they, when they came to Jesus, besought him earnestly, saying, He is worthy that thou shouldest do this for him;

4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,

5 for he loveth our nation, and himself built us our synagogue.

5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.

6 And Jesus went with them. And when he was now not far from the house, the centurion sent friends to him, saying unto him, Lord, trouble not thyself; for I am not worthy that thou shouldest come under my roof:

6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῶ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·

7 wherefore neither thought I myself worthy to come unto thee: but say the word, and my servant shall be healed.

7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.

8 For I also am a man set under authority, having under myself soldiers: and I say to this one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it.

8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.

9 And when Jesus heard these things, he marvelled at him, and turned and said unto the multitude that followed him, I say unto you, I have not found so great faith, no, not in Israel.

9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῶ ἀκολουθοῦντι αὐτῶ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῶ ἰσραὴλ τοσαύτην πίστιν εὖρον.

10 And they that were sent, returning to the house, found the servant whole.

10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὖρον τὸν δοῦλον ὑγιαίνοντα.

11 And it came to pass soon afterwards, that he went to a city called Nain; and his disciples went with him, and a great multitude.

11 καὶ ἐγένετο ἐν τῶ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην ναΐν, καὶ συνεπορεύοντο αὐτῶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.

12 Now when he drew near to the gate of the city, behold, there was carried out one that was dead, the only son of his mother, and she was a widow: and much people of the city was with her.

12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.

13 And when the Lord saw her, he had compassion on her, and said unto her, Weep not.

13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ, μὴ κλαῖε.

14 And he came nigh and touched the bier: and the bearers stood still. And he said, Young man, I say unto thee, Arise.

14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.

15 And he that was dead sat up, and began to speak. And he gave him to his mother.

15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

16 And fear took hold on all: and they glorified God, saying, A great prophet is arisen among us: and, God hath visited his people.

16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.

17 And this report went forth concerning him in the whole of Judaea, and all the region round about.

17 καὶ ἐξῆλθεν ὁ λόγος οὖτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.

18 And the disciples of John told him of all these things.

18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης

19 And John calling unto him two of his disciples sent them to the Lord, saying, Art thou he that cometh, or look we for another?

19 ἔπεμψεν πρὸς τὸν κύριον λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;

20 And when the men were come unto him, they said, John the Baptist hath sent us unto thee, saying, Art thou he that cometh, or look we for another?

20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;

21 In that hour he cured many of diseases and plagues and evil spirits; and on many that were blind he bestowed sight.

21 ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.

22 And he answered and said unto them, Go and tell John the things which ye have seen and heard; the blind receive their sight, the lame walk, the lepers are cleansed, and the deaf hear, the dead are raised up, the poor have good tidings preached to them.

22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·

23 And blessed is he, whosoever shall find no occasion of stumbling in me.

23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24 And when the messengers of John were departed, he began to say unto the multitudes concerning John, What went ye out into the wilderness to behold? a reed shaken with the wind?

24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου, τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;

25 But what went ye out to see? a man clothed in soft raiment? Behold, they that are gorgeously apparelled, and live delicately, are in kings' courts.

25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῶ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.

26 But what went ye out to see? a prophet? Yea, I say unto you, and much more than a prophet.

26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

27 This is he of whom it is written, Behold, I send my messenger before thy face, Who shall prepare thy way before thee.

27 οὖτός ἐστιν περὶ οὖ γέγραπται, ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.

28 I say unto you, Among them that are born of women there is none greater than John: yet he that is but little in the kingdom of God is greater than he.

28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.

29 And all the people when they heard, and the publicans, justified God, being baptized with the baptism of John.

29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ἰωάννου·

30 But the Pharisees and the lawyers rejected for themselves the counsel of God, being not baptized of him.

30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

31 Whereunto then shall I liken the men of this generation, and to what are they like?

31 τίνι οὗν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;

32 They are like unto children that sit in the marketplace, and call one to another; who say, We piped unto you, and ye did not dance; we wailed, and ye did not weep.

32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.

33 For John the Baptist is come eating no bread nor drinking wine; and ye say, He hath a demon.

33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, δαιμόνιον ἔχει·

34 The Son of man is come eating and drinking; and ye say, Behold, a gluttonous man, and a winebibber, a friend of publicans and sinners!

34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.

35 And wisdom is justified of all her children.

35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.

36 And one of the Pharisees desired him that he would eat with him. And he entered into the Pharisee's house, and sat down to meat.

36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου κατεκλίθη.

37 And behold, a woman who was in the city, a sinner; and when she knew that he was sitting at meat in the Pharisee's house, she brought an alabaster cruse of ointment,

37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου

38 and standing behind at his feet, weeping, she began to wet his feet with her tears, and wiped them with the hair of her head, and kissed his feet, and anointed them with the ointment.

38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῶ μύρῳ.

39 Now when the Pharisee that had bidden him saw it, he spake within himself, saying, This man, if he were a prophet, would have perceived who and what manner of woman this is that toucheth him, that she is a sinner.

39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῶ λέγων, οὖτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.

40 And Jesus answering said unto him, Simon, I have somewhat to say unto thee. And he saith, Teacher, say on.

40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, διδάσκαλε, εἰπέ, φησίν.

41 A certain lender had two debtors: the one owed five hundred shillings, and the other fifty.

41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

42 When they had not `wherewith' to pay, he forgave them both. Which of them therefore will love him most?

42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὗν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;

43 Simon answered and said, He, I suppose, to whom he forgave the most. And he said unto him, Thou hast rightly judged.

43 ἀποκριθεὶς σίμων εἶπεν, ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῶ, ὀρθῶς ἔκρινας.

44 And turning to the woman, he said unto Simon, Seest thou this woman? I entered into thy house, thou gavest me no water for my feet: but she hath wetted my feet with her tears, and wiped them with her hair.

44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῶ σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.

45 Thou gavest me no kiss: but she, since the time I came in, hath not ceased to kiss my feet.

45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.

46 My head with oil thou didst not anoint: but she hath anointed my feet with ointment.

46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.

47 Wherefore I say unto thee, Her sins, which are many, are forgiven; for she loved much: but to whom little is forgiven, `the same' loveth little.

47 οὖ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.

48 And he said unto her, Thy sins are forgiven.

48 εἶπεν δὲ αὐτῇ, ἀφέωνταί σου αἱ ἁμαρτίαι.

49 And they that sat at meat with him began to say within themselves, Who is this that even forgiveth sins?

49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, τίς οὖτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;

50 And he said unto the woman, Thy faith hath saved thee; go in peace.

50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

  Chapter  6 Bible Contents Chapter  8  

Other chapters in Luke1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24

Genres:  Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament

Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..

See Also: