Luke 9 - American Standard Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And he called the twelve together, and gave them power and authority over all demons, and to cure diseases. | 1 συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, | |||
2 And he sent them forth to preach the kingdom of God, and to heal the sick. | 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς], | |||
3 And he said unto them, Take nothing for your journey, neither staff, nor wallet, nor bread, nor money; neither have two coats. | 3 καὶ εἶπεν πρὸς αὐτούς, μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν. | |||
4 And into whatsoever house ye enter, there abide, and thence depart. | 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. | |||
5 And as many as receive you not, when ye depart from that city, shake off the dust from your feet for a testimony against them. | 5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. | |||
6 And they departed, and went throughout the villages, preaching the gospel, and healing everywhere. | 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. | |||
7 Now Herod the tetrarch heard of all that was done: and he was much perplexed, because that it was said by some, that John was risen from the dead; | 7 ἤκουσεν δὲ ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, | |||
8 and by some, that Elijah had appeared; and by others, that one of the old prophets was risen again. | 8 ὑπό τινων δὲ ὅτι ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. | |||
9 And Herod said, John I beheaded: but who is this, about whom I hear such things? And he sought to see him. | 9 εἶπεν δὲ ἡρῴδης, ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὖτος περὶ οὖ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. | |||
10 And the apostles, when they were returned, declared unto him what things they had done. And he took them, and withdrew apart to a city called Bethsaida. | 10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῶ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην βηθσαϊδά. | |||
11 But the multitudes perceiving it followed him: and he welcomed them, and spake to them of the kingdom of God, and them that had need of healing he cured. | 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῶ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. | |||
12 And the day began to wear away; and the twelve came, and said unto him, Send the multitude away, that they may go into the villages and country round about, and lodge, and get provisions: for we are here in a desert place. | 12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῶ, ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. | |||
13 But he said unto them, Give ye them to eat. And they said, We have no more than five loaves and two fishes; except we should go and buy food for all this people. | 13 εἶπεν δὲ πρὸς αὐτούς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. | |||
14 For they were about five thousand men. And he said unto his disciples, Make them sit down in companies, about fifty each. | 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. | |||
15 And they did so, and made them all sit down. | 15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. | |||
16 And he took the five loaves and the two fishes, and looking up to heaven, he blessed them, and brake; and gave to the disciples to set before the multitude. | 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῶ ὄχλῳ. | |||
17 And they ate, and were all filled: and there was taken up that which remained over to them of broken pieces, twelve baskets. | 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. | |||
18 And it came to pass, as he was praying apart, the disciples were with him: and he asked them, saying, Who do the multitudes say that I am? | 18 καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῶ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; | |||
19 And they answering said, John the Baptist; but others `say', Elijah; and others, that one of the old prophets is risen again. | 19 οἱ δὲ ἀποκριθέντες εἶπαν, ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. | |||
20 And he said unto them, But who say ye that I am? And Peter answering said, The Christ of God. | 20 εἶπεν δὲ αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; πέτρος δὲ ἀποκριθεὶς εἶπεν, τὸν χριστὸν τοῦ θεοῦ. | |||
21 But he charged them, and commanded `them' to tell this to no man; | 21 ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο, | |||
22 saying, The Son of man must suffer many things, and be rejected of the elders and chief priests and scribes, and be killed, and the third day be raised up. | 22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. | |||
23 And he said unto all, If any man would come after me, let him deny himself, and take up his cross daily, and follow me. | 23 ἔλεγεν δὲ πρὸς πάντας, εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν, καὶ ἀκολουθείτω μοι. | |||
| ||||
24 For whosoever would save his life shall lose it; but whosoever shall lose his life for my sake, the same shall save it. | 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὖτος σώσει αὐτήν. | |||
25 For what is a man profited, if he gain the whole world, and lose or forfeit his own self? | 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; | |||
26 For whosoever shall be ashamed of me and of my words, of him shall the Son of man be ashamed, when he cometh in his own glory, and `the glory' of the Father, and of the holy angels. | 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. | |||
27 But I tell you of a truth, There are some of them that stand here, who shall in no wise taste of death, till they see the kingdom of God. | 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ. | |||
28 And it came to pass about eight days after these sayings, that he took with him Peter and John and James, and went up into the mountain to pray. | 28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν πέτρον καὶ ἰωάννην καὶ ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. | |||
29 And as he was praying, the fashion of his countenance was altered, and his raiment `became' white `and' dazzling. | 29 καὶ ἐγένετο ἐν τῶ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. | |||
30 And behold, there talked with him two men, who were Moses and Elijah; | 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῶ, οἵτινες ἦσαν μωϊσῆς καὶ ἠλίας, | |||
31 who appeared in glory, and spake of his decease which he was about to accomplish at Jerusalem. | 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν ἰερουσαλήμ. | |||
32 Now Peter and they that were with him were heavy with sleep: but when they were fully awake, they saw his glory, and the two men that stood with him. | 32 ὁ δὲ πέτρος καὶ οἱ σὺν αὐτῶ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῶ. | |||
33 And it came to pass, as they were parting from him, Peter said unto Jesus, Master, it is good for us to be here: and let us make three tabernacles; one for thee, and one for Moses, and one for Elijah: not knowing what he said. | 33 καὶ ἐγένετο ἐν τῶ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ πέτρος πρὸς τὸν ἰησοῦν, ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν μωϊσεῖ καὶ μίαν ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. | |||
34 And while he said these things, there came a cloud, and overshadowed them: and they feared as they entered into the cloud. | 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῶ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. | |||
35 And a voice came out of the cloud, saying, This is my Son, my chosen: hear ye him. | 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. | |||
36 And when the voice came, Jesus was found alone. And they held their peace, and told no man in those days any of the things which they had seen. | 36 καὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν εὑρέθη ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. | |||
37 And it came to pass, on the next day, when they were come down from the mountain, a great multitude met him. | 37 ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῶ ὄχλος πολύς. | |||
38 And behold, a man from the multitude cried, saying, Teacher, I beseech thee to look upon my son; for he is mine only child: | 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν, | |||
39 and behold, a spirit taketh him, and he suddenly crieth out; and it teareth him that he foameth, and it hardly departeth from him, bruising him sorely. | 39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν· | |||
40 And I besought thy disciples to cast it out; and they could not. | 40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. | |||
41 And Jesus answered and said, O faithless and perverse generation, how long shall I be with you, and bear with you? bring hither thy son. | 41 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. | |||
42 And as he was yet a coming, the demon dashed him down, and tare `him' grievously. But Jesus rebuked the unclean spirit, and healed the boy, and gave him back to his father. | 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ ἰησοῦς τῶ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῶ πατρὶ αὐτοῦ. | |||
43 And they were all astonished at the majesty of God. But while all were marvelling at all the things which he did, he said unto his disciples, | 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, | |||
44 Let these words sink into your ears: for the Son of man shall be delivered up into the hands of men. | 44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. | |||
45 But they understood not this saying, and it was concealed from them, that they should not perceive it; and they were afraid to ask him about this saying. | 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. | |||
46 And there arose a reasoning among them, which of them was the greatest. | 46 εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. | |||
47 But when Jesus saw the reasoning of their heart, he took a little child, and set him by his side, | 47 ὁ δὲ ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῶ, | |||
48 and said unto them, Whosoever shall receive this little child in my name receiveth me: and whosoever shall receive me receiveth him that sent me: for he that is least among you all, the same is great. | 48 καὶ εἶπεν αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῶ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὖτός ἐστιν μέγας. | |||
49 And John answered and said, Master, we saw one casting out demons in thy name; and we forbade him, because he followeth not with us. | 49 ἀποκριθεὶς δὲ ἰωάννης εἶπεν, ἐπιστάτα, εἴδομέν τινα ἐν τῶ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. | |||
50 But Jesus said unto him, Forbid `him' not: for he that is not against you is for you. | 50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς, μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν. | |||
51 And it came to pass, when the days were well-nigh come that he should be received up, he stedfastly set his face to go to Jerusalem, | 51 ἐγένετο δὲ ἐν τῶ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς ἰερουσαλήμ, | |||
52 and sent messengers before his face: and they went, and entered into a village of the Samaritans, to make ready for him. | 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῶ· | |||
53 And they did not receive him, because his face was `as though he were' going to Jerusalem. | 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ἰερουσαλήμ. | |||
54 And when his disciples James and John saw `this', they said, Lord, wilt thou that we bid fire to come down from heaven, and consume them? | 54 ἰδόντες δὲ οἱ μαθηταὶ ἰάκωβος καὶ ἰωάννης εἶπαν, κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς; | |||
55 But he turned, and rebuked them. | 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς. | |||
56 And they went to another village. | 56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. | |||
57 And as they went on the way, a certain man said unto him, I will follow thee whithersoever thou goest. | 57 καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῶ εἶπέν τις πρὸς αὐτόν, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. | |||
58 And Jesus said unto him, The foxes have holes, and the birds of the heaven `have' nests; but the Son of man hath not where to lay his head. | 58 καὶ εἶπεν αὐτῶ ὁ ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. | |||
59 And he said unto another, Follow me. But he said, Lord, suffer me first to go and bury my father. | 59 εἶπεν δὲ πρὸς ἕτερον, ἀκολούθει μοι. ὁ δὲ εἶπεν, [κύριε,] ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. | |||
60 But he said unto him, Leave the dead to bury their own dead; but go thou and publish abroad the kingdom of God. | 60 εἶπεν δὲ αὐτῶ, ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. | |||
61 And another also said, I will follow thee, Lord; but first suffer me to bid farewell to them that are at my house. | 61 εἶπεν δὲ καὶ ἕτερος, ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. | |||
62 But Jesus said unto him, No man, having put his hand to the plow, and looking back, is fit for the kingdom of God. | 62 εἶπεν δὲ [πρὸς αὐτὸν] ὁ ἰησοῦς, οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ. | |||
Chapter 8 Bible Contents Chapter 10
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..





















































































