Acts 20 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And after the ceasing of the tumult, Paul having called near the disciples, and having embraced `them', went forth to go on to Macedonia; | ![]() | 1 μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς μακεδονίαν. | ||
2 and having gone through those parts, and having exhorted them with many words, he came to Greece; | ![]() | 2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῶ ἦλθεν εἰς τὴν ἑλλάδα, | ||
3 having made also three months' `stay' -- a counsel of the Jews having been against him -- being about to set forth to Syria, there came `to him' a resolution of returning through Macedonia. | ![]() | 3 ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῶ ὑπὸ τῶν ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ μακεδονίας. | ||
4 And there were accompanying him unto Asia, Sopater of Berea, and of Thessalonians Aristarchus and Secundus, and Gaius of Derbe, and Timotheus, and of Asiatics Tychicus and Trophimus; | ![]() | 4 συνείπετο δὲ αὐτῶ σώπατρος πύρρου βεροιαῖος, θεσσαλονικέων δὲ ἀρίσταρχος καὶ σεκοῦνδος, καὶ γάϊος δερβαῖος καὶ τιμόθεος, ἀσιανοὶ δὲ τυχικὸς καὶ τρόφιμος. | ||
5 these, having gone before, did remain for us in Troas, | ![]() | 5 οὖτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν τρῳάδι· | ||
6 and we sailed, after the days of the unleavened food, from Philippi, and came unto them to Troas in five days, where we abode seven days. | ![]() | 6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. | ||
7 And on the first of the week, the disciples having been gathered together to break bread, Paul was discoursing to them, about to depart on the morrow, he was also continuing the discourse till midnight, | ![]() | 7 ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. | ||
8 and there were many lamps in the upper chamber where they were gathered together, | ![]() | 8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῶ ὑπερῴῳ οὖ ἦμεν συνηγμένοι· | ||
9 and there was sitting a certain youth, by name Eutychus, upon the window -- being borne down by a deep sleep, Paul discoursing long -- he having sunk down from the sleep, fell down from the third story, and was lifted up dead. | ![]() | 9 καθεζόμενος δέ τις νεανίας ὀνόματι εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. | ||
10 And Paul, having gone down, fell upon him, and having embraced `him', said, `Make no tumult, for his life is in him;' | ![]() | 10 καταβὰς δὲ ὁ παῦλος ἐπέπεσεν αὐτῶ καὶ συμπεριλαβὼν εἶπεν, μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῶ ἐστιν. | ||
11 and having come up, and having broken bread, and having tasted, for a long time also having talked -- till daylight, so he went forth, | ![]() | 11 ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. | ||
12 and they brought up the lad alive, and were comforted in no ordinary measure. | ![]() | 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. | ||
13 And we having gone before unto the ship, did sail to Assos, thence intending to take in Paul, for so he had arranged, intending himself to go on foot; | ![]() | 13 ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. | ||
14 and when he met with us at Assos, having taken him up, we came to Mitylene, | ![]() | 14 ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς μιτυλήνην, | ||
15 and thence having sailed, on the morrow we came over-against Chios, and the next day we arrived at Samos, and having remained in Trogyllium, on the following day we came to Miletus, | ![]() | 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς μίλητον· | ||
16 for Paul decided to sail past Ephesus, that there may not be to him a loss of time in Asia, for he hasted, if it were possible for him, on the day of the Pentecost to be at Jerusalem. | ![]() | 16 κεκρίκει γὰρ ὁ παῦλος παραπλεῦσαι τὴν ἔφεσον, ὅπως μὴ γένηται αὐτῶ χρονοτριβῆσαι ἐν τῇ ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῶ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ἱεροσόλυμα. | ||
17 And from Miletus, having sent to Ephesus, he called for the elders of the assembly, | ![]() | 17 ἀπὸ δὲ τῆς μιλήτου πέμψας εἰς ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. | ||
18 and when they were come unto him, he said to them, `Ye -- ye know from the first day in which I came to Asia, how, with you at all times I was; | ![]() | 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, | ||
19 serving the Lord with all humility, and many tears, and temptations, that befell me in the counsels of the Jews against `me'; | ![]() | 19 δουλεύων τῶ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ἰουδαίων· | ||
20 how nothing I did keep back of what things are profitable, not to declare to you, and to teach you publicly, and in every house, | ![]() | 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, | ||
21 testifying fully both to Jews and Greeks, toward God reformation, and faith toward our Lord Jesus Christ. | ![]() | 21 διαμαρτυρόμενος ἰουδαίοις τε καὶ ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ἰησοῦν. | ||
22 `And now, lo, I -- bound in the Spirit -- go on to Jerusalem, the things that shall befall me in it not knowing, | ![]() | 22 καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῶ πνεύματι πορεύομαι εἰς ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, | ||
23 save that the Holy Spirit in every city doth testify fully, saying, that for me bonds and tribulations remain; | ![]() | 23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. | ||
24 but I make account of none of these, neither do I count my life precious to myself, so that I finish my course with joy, and the ministration that I received from the Lord Jesus, to testify fully the good news of the grace of God. | ![]() | 24 ἀλλ᾽ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῶ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. | ||
25 `And now, lo, I have known that no more shall ye see my face, -- ye all among whom I did go preaching the reign of God; | ![]() | 25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν· | ||
26 wherefore I take you to witness this day, that I `am' clear from the blood of all, | ![]() | 26 διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, | ||
27 for I did not keep back from declaring to you all the counsel of God. | ![]() | 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. | ||
28 `Take heed, therefore, to yourselves, and to all the flock, among which the Holy Spirit made you overseers, to feed the assembly of God that He acquired through His own blood, | ![]() | 28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῶ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. | ||
29 for I have known this, that there shall enter in, after my departing, grievous wolves unto you, not sparing the flock, | ![]() | 29 ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, | ||
30 and of your own selves there shall arise men, speaking perverse things, to draw away the disciples after them. | ![]() | 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. | ||
31 `Therefore, watch, remembering that three years, night and day, I did not cease with tears warning each one; | ![]() | 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. | ||
32 and now, I commend you, brethren, to God, and to the word of His grace, that is able to build up, and to give you an inheritance among all those sanctified. | ![]() | 32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῶ θεῶ καὶ τῶ λόγῳ τῆς χάριτος αὐτοῦ τῶ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. | ||
33 `The silver or gold or garments of no one did I covet; | ![]() | 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· | ||
34 and ye yourselves know that to my necessities, and to those who were with me, minister did these hands; | ![]() | 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὗσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται. | ||
35 all things I did shew you, that, thus labouring, it behoveth `us' to partake with the ailing, to be mindful also of the words of the Lord Jesus, that he himself said, It is more blessed to give than to receive.' | ![]() | 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου ἰησοῦ ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. | ||
36 And these things having said, having bowed his knees, with them all, he did pray, | ![]() | 36 καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. | ||
37 and there came a great weeping to all, and having fallen upon the neck of Paul, they were kissing him, | ![]() | 37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ παύλου κατεφίλουν αὐτόν, | ||
38 sorrowing most of all for the word that he had said -- that they are about no more to see his face; and they were accompanying him to the ship. | ![]() | 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῶ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. | ||
Chapter 19 Bible Contents Chapter 21
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..