Luke 22 - Young's Literal Translation with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And the feast of the unleavened food was coming nigh, that is called Passover, | ![]() | 1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. | ||
2 and the chief priests and the scribes were seeking how they may take him up, for they were afraid of the people. | ![]() | 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. | ||
3 And the Adversary entered into Judas, who is surnamed Iscariot, being of the number of the twelve, | ![]() | 3 εἰσῆλθεν δὲ σατανᾶς εἰς ἰούδαν τὸν καλούμενον ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· | ||
4 and he, having gone away, spake with the chief priests and the magistrates, how he might deliver him up to them, | ![]() | 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῶ αὐτόν. | ||
5 and they rejoiced, and covenanted to give him money, | ![]() | 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῶ ἀργύριον δοῦναι. | ||
6 and he agreed, and was seeking a favourable season to deliver him up to them without tumult. | ![]() | 6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς. | ||
7 And the day of the unleavened food came, in which it was behoving the passover to be sacrificed, | ![]() | 7 ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα. | ||
8 and he sent Peter and John, saying, `Having gone on, prepare to us the passover, that we may eat;' | ![]() | 8 καὶ ἀπέστειλεν πέτρον καὶ ἰωάννην εἰπών, πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. | ||
9 and they said to him, `Where wilt thou that we might prepare?' | ![]() | 9 οἱ δὲ εἶπαν αὐτῶ, ποῦ θέλεις ἑτοιμάσωμεν; | ||
10 And he said to them, `Lo, in your entering into the city, there shall meet you a man, bearing a pitcher of water, follow him to the house where he doth go in, | ![]() | 10 ὁ δὲ εἶπεν αὐτοῖς, ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. | ||
11 and ye shall say to the master of the house, The Teacher saith to thee, Where is the guest-chamber where the passover with my disciples I may eat? | ![]() | 11 καὶ ἐρεῖτε τῶ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; | ||
12 and he shall show you a large upper room furnished, there make ready;' | ![]() | 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. | ||
13 and they, having gone away, found as he hath said to them, and they made ready the passover. | ![]() | 13 ἀπελθόντες δὲ εὖρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. | ||
14 And when the hour come, he reclined (at meat), and the twelve apostles with him, | ![]() | 14 καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῶ. | ||
15 and he said unto them, `With desire I did desire to eat this passover with you before my suffering, | ![]() | 15 καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· | ||
16 for I say to you, that no more may I eat of it till it may be fulfilled in the reign of God.' | ![]() | 16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | ||
17 And having taken a cup, having given thanks, he said, `Take this and divide to yourselves, | ![]() | 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· | ||
18 for I say to you that I may not drink of the produce of the vine till the reign of God may come.' | ![]() | 18 λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὖ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. | ||
19 And having taken bread, having given thanks, he brake and gave to them, saying, `This is my body, that for you is being given, this do ye -- to remembrance of me.' | ![]() | 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. | ||
20 In like manner, also, the cup after the supping, saying, `This cup `is' the new covenant in my blood, that for you is being poured forth. | ![]() | 20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῶ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. | ||
21 `But, lo, the hand of him delivering me up `is' with me on the table, | ![]() | 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης· | ||
22 and indeed the Son of Man doth go according to what hath been determined; but wo to that man through whom he is being delivered up.' | ![]() | 22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ παραδίδοται. | ||
23 And they began to reason among themselves, who then of them it may be, who is about to do this thing. | ![]() | 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. | ||
24 And there happened also a strife among them -- who of them is accounted to be greater. | ![]() | 24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. | ||
25 And he said to them, `The kings of the nations do exercise lordship over them, and those exercising authority upon them are called benefactors; | ![]() | 25 ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. | ||
26 but ye `are' not so, but he who is greater among you -- let him be as the younger; and he who is leading, as he who is ministering; | ![]() | 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. | ||
27 for who is greater? he who is reclining (at meat), or he who is ministering? is it not he who is reclining (at meat)? and I -- I am in your midst as he who is ministering. | ![]() | 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. | ||
28 `And ye -- ye are those who have remained with me in my temptations, | ![]() | 28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· | ||
29 and I appoint to you, as my Father did appoint to me, a kingdom, | ![]() | 29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν | ||
30 that ye may eat and may drink at my table, in my kingdom, and may sit on thrones, judging the twelve tribes of Israel.' | ![]() | 30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ ἰσραήλ. | ||
31 And the Lord said, `Simon, Simon, lo, the Adversary did ask you for himself to sift as the wheat, | ![]() | 31 σίμων σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· | ||
32 and I besought for thee, that thy faith may not fail; and thou, when thou didst turn, strengthen thy brethren.' | ![]() | 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. | ||
33 And he said to him, `Sir, with thee I am ready both to prison and to death to go;' | ![]() | 33 ὁ δὲ εἶπεν αὐτῶ, κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. | ||
34 and he said, `I say to thee, Peter, a cock shall not crow to-day, before thrice thou mayest disown knowing me.' | ![]() | 34 ὁ δὲ εἶπεν, λέγω σοι, πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι. | ||
35 And he said to them, `When I sent you without bag, and scrip, and sandals, did ye lack anything?' and they said, `Nothing.' | ![]() | 35 καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν, οὐθενός. | ||
36 Then said he to them, `But, now, he who is having a bag, let him take `it' up, and in like manner also a scrip; and he who is not having, let him sell his garment, and buy a sword, | ![]() | 36 εἶπεν δὲ αὐτοῖς, ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. | ||
37 for I say to you, that yet this that hath been written it behoveth to be fulfilled in me: And with lawless ones he was reckoned, for also the things concerning me have an end.' | ![]() | 37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. | ||
38 And they said, `Sir, lo, here `are' two swords;' and he said to them, `It is sufficient.' | ![]() | 38 οἱ δὲ εἶπαν, κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, ἱκανόν ἐστιν. | ||
39 And having gone forth, he went on, according to custom, to the mount of the Olives, and his disciples also followed him, | ![]() | 39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῶ καὶ οἱ μαθηταί. | ||
40 and having come to the place, he said to them, `Pray ye not to enter into temptation.' | ![]() | 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. | ||
41 And he was withdrawn from them, as it were a stone's cast, and having fallen on the knees he was praying, | ![]() | 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο | ||
42 saying, `Father, if Thou be counselling to make this cup pass from me --; but, not my will, but Thine be done.' -- | ![]() | 42 λέγων, πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. [[ | ||
43 And there appeared to him a messenger from heaven strengthening him; | ![]() | 43 ὤφθη δὲ αὐτῶ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. | ||
44 and having been in agony, he was more earnestly praying, and his sweat became, as it were, great drops of blood falling upon the ground. | ![]() | 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γῆν.]] | ||
45 And having risen up from the prayer, having come unto the disciples, he found them sleeping from the sorrow, | ![]() | 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὖρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, | ||
46 and he said to them, `Why do ye sleep? having risen, pray that ye may not enter into temptation.' | ![]() | 46 καὶ εἶπεν αὐτοῖς, τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. | ||
47 And while he is speaking, lo, a multitude, and he who is called Judas, one of the twelve, was coming before them, and he came nigh to Jesus to kiss him, | ![]() | 47 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῶ ἰησοῦ φιλῆσαι αὐτόν. | ||
48 and Jesus said to him, `Judas, with a kiss the Son of Man dost thou deliver up?' | ![]() | 48 ἰησοῦς δὲ εἶπεν αὐτῶ, ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; | ||
49 And those about him, having seen what was about to be, said to him, `Sir, shall we smite with a sword?' | ![]() | 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; | ||
50 And a certain one of them smote the servant of the chief priest, and took off his right ear, | ![]() | 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὗς αὐτοῦ τὸ δεξιόν. | ||
51 and Jesus answering said, `Suffer ye thus far,' and having touched his ear, he healed him. | ![]() | 51 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. | ||
52 And Jesus said to those having come upon him -- chief priests, and magistrates of the temple, and elders -- `As upon a robber have ye come forth, with swords and sticks? | ![]() | 52 εἶπεν δὲ ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; | ||
53 while daily I was with you in the temple, ye did stretch forth no hands against me; but this is your hour and the power of the darkness.' | ![]() | 53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῶ ἱερῶ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. | ||
54 And having taken him, they led and brought him to the house of the chief priest. And Peter was following afar off, | ![]() | 54 συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ πέτρος ἠκολούθει μακρόθεν. | ||
55 and they having kindled a fire in the midst of the court, and having sat down together, Peter was sitting in the midst of them, | ![]() | 55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ πέτρος μέσος αὐτῶν. | ||
56 and a certain maid having seen him sitting at the light, and having earnestly looked at him, she said, `And this one was with him!' | ![]() | 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῶ εἶπεν, καὶ οὖτος σὺν αὐτῶ ἦν· | ||
57 and he disowned him, saying, `Woman, I have not known him.' | ![]() | 57 ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι. | ||
58 And after a little, another having seen him, said, `And thou art of them!' and Peter said, `Man, I am not.' | ![]() | 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί. | ||
59 And one hour, as it were, having intervened, a certain other was confidently affirming, saying, `Of a truth this one also was with him, for he is also a Galilean;' | ![]() | 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ᾽ ἀληθείας καὶ οὖτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ γαλιλαῖός ἐστιν· | ||
60 and Peter said, `Man, I have not known what thou sayest;' and presently, while he is speaking, a cock crew. | ![]() | 60 εἶπεν δὲ ὁ πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. | ||
61 And the Lord having turned did look on Peter, and Peter remembered the word of the Lord, how he said to him -- `Before a cock shall crow, thou mayest disown me thrice;' | ![]() | 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῶ πέτρῳ, καὶ ὑπεμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῶ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· | ||
62 and Peter having gone without, wept bitterly. | ![]() | 62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. | ||
63 And the men who were holding Jesus were mocking him, beating `him'; | ![]() | 63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῶ δέροντες, | ||
64 and having blindfolded him, they were striking him on the face, and were questioning him, saying, `Prophesy who he is who smote thee?' | ![]() | 64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; | ||
65 and many other things, speaking evilly, they spake in regard to him. | ![]() | 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. | ||
66 And when it became day there was gathered together the eldership of the people, chief priests also, and scribes, and they led him up to their own sanhedrim, | ![]() | 66 καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, | ||
67 saying, `If thou be the Christ, tell us.' And he said to them, `If I may tell you, ye will not believe; | ![]() | 67 λέγοντες, εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· | ||
68 and if I also question `you', ye will not answer me or send me away; | ![]() | 68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. | ||
69 henceforth, there shall be the Son of Man sitting on the right hand of the power of God.' | ![]() | 69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. | ||
70 And they all said, `Thou, then, art the Son of God?' and he said unto them, `Ye say `it', because I am;' | ![]() | 70 εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. | ||
71 and they said, `What need yet have we of testimony? for we ourselves did hear `it' from his mouth.' | ![]() | 71 οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. | ||
Chapter 21 Bible Contents Chapter 23
Other chapters in Luke: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..