Bible

Acts 10 - Young's Literal Translation with Greek

Acts 10 - Young's Literal Translation with Greek - Ark.au

Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

1 And there was a certain man in Cesarea, by name Cornelius, a centurion from a band called Italian,

1 ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς,

2 pious, and fearing God with all his house, doing also many kind acts to the people, and beseeching God always,

2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός,

3 he saw in a vision manifestly, as it were the ninth hour of the day, a messenger of God coming in unto him, and saying to him, `Cornelius;'

3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε.

4 and he having looked earnestly on him, and becoming afraid, said, `What is it, Lord?' And he said to him, `Thy prayers and thy kind acts came up for a memorial before God,

4 ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.

5 and now send men to Joppa, and send for a certain one Simon, who is surnamed Peter,

5 καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος·

6 this one doth lodge with a certain Simon a tanner, whose house is by the sea; this one shall speak to thee what it behoveth thee to do.'

6 οὖτος ξενίζεται παρά τινι σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.

7 And when the messenger who is speaking to Cornelius went away, having called two of his domestics, and a pious soldier of those waiting on him continually,

7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῶ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῶ,

8 and having declared to them all things, he sent them to Joppa.

8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην.

9 And on the morrow, as these are proceeding on the way, and are drawing nigh to the city, Peter went up upon the house-top to pray, about the sixth hour,

9 τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.

10 and he became very hungry, and wished to eat; and they making ready, there fell upon him a trance,

10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις,

11 and he doth behold the heaven opened, and descending unto him a certain vessel, as a great sheet, bound at the four corners, and let down upon the earth,

11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,

12 in which were all the four-footed beasts of the earth, and the wild beasts, and the creeping things, and the fowls of the heaven,

12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.

13 and there came a voice unto him: `Having risen, Peter, slay and eat.'

13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε.

14 And Peter said, `Not so, Lord; because at no time did I eat anything common or unclean;'

14 ὁ δὲ πέτρος εἶπεν, μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.

15 and `there is' a voice again a second time unto him: `What God did cleanse, thou, declare not thou common;'

15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.

16 and this was done thrice, and again was the vessel received up to the heaven.

16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

17 And as Peter was perplexed in himself what the vision that he saw might be, then, lo, the men who have been sent from Cornelius, having made inquiry for the house of Simon, stood at the gate,

17 ὡς δὲ ἐν ἑαυτῶ διηπόρει ὁ πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,

18 and having called, they were asking if Simon, who is surnamed Peter, doth lodge here?

18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ σίμων ὁ ἐπικαλούμενος πέτρος ἐνθάδε ξενίζεται.

19 And Peter thinking about the vision, the Spirit said to him, `Lo, three men do seek thee;

19 τοῦ δὲ πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν [αὐτῶ] τὸ πνεῦμα, ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε·

20 but having risen, go down and go on with them, nothing doubting, because I have sent them;'

20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.

21 and Peter having come down unto the men who have been sent from Cornelius unto him, said, `Lo, I am he whom ye seek, what `is' the cause for which ye are present?'

21 καταβὰς δὲ πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;

22 And they said, `Cornelius, a centurion, a man righteous and fearing God, well testified to, also, by all the nation of the Jews, was divinely warned by a holy messenger to send for thee, to his house, and to hear sayings from thee.'

22 οἱ δὲ εἶπαν, κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.

23 Having called them in, therefore, he lodged them, and on the morrow Peter went forth with them, and certain of the brethren from Joppa went with him,

23 εἰσκαλεσάμενος οὗν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ ἰόππης συνῆλθον αὐτῶ.

24 and on the morrow they did enter into Cesarea; and Cornelius was waiting for them, having called together his kindred and near friends,

24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν καισάρειαν· ὁ δὲ κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.

25 and as it came that Peter entered in, Cornelius having met him, having fallen at `his' feet, did bow before `him';

25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν πέτρον, συναντήσας αὐτῶ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.

26 and Peter raised him, saying, `Stand up; I also myself am a man;'

26 ὁ δὲ πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.

27 and talking with him he went in, and doth find many having come together.

27 καὶ συνομιλῶν αὐτῶ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,

28 And he said unto them, `Ye know how it is unlawful for a man, a Jew, to keep company with, or to come unto, one of another race, but to me God did shew to call no man common or unclean;

28 ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·

29 therefore also without gainsaying I came, having been sent for; I ask, therefore, for what matter ye did send for me?'

29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὗν τίνι λόγῳ μετεπέμψασθέ με;

30 And Cornelius said, `Four days ago till this hour, I was fasting, and `at' the ninth hour praying in my house, and, lo, a man stood before me in bright clothing,

30 καὶ ὁ κορνήλιος ἔφη, ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῶ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ

31 and he said, Cornelius, thy prayer was heard, and thy kind acts were remembered before God;

31 καὶ φησίν, κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.

32 send, therefore, to Joppa, and call for Simon, who is surnamed Peter; this one doth lodge in the house of Simon a tanner, by the sea, who having come, shall speak to thee;

32 πέμψον οὗν εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα ὃς ἐπικαλεῖται πέτρος· οὖτος ξενίζεται ἐν οἰκίᾳ σίμωνος βυρσέως παρὰ θάλασσαν.

33 at once, therefore, I sent to thee; thou also didst do well, having come; now, therefore, are we all before God present to hear all things that have been commanded thee by God.'

33 ἐξαυτῆς οὗν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὗν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.

34 And Peter having opened his mouth, said, `Of a truth, I perceive that God is no respecter of persons,

34 ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν, ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,

35 but in every nation he who is fearing Him, and is working righteousness, is acceptable to Him;

35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῶ ἐστιν.

36 the word that he sent to the sons of Israel, proclaiming good news -- peace through Jesus Christ (this one is Lord of all,)

36 τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _

37 ye -- ye have known; -- the word that came throughout all Judea, having begun from Galilee, after the baptism that John preached;

37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης,

38 Jesus who `is' from Nazareth -- how God did anoint him with the Holy Spirit and power; who went through, doing good, and healing all those oppressed by the devil, because God was with him;

38 ἰησοῦν τὸν ἀπὸ ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ.

39 and we -- we are witnesses of all things that he did, both in the country of the Jews, and in Jerusalem, -- whom they did slay, having hanged upon a tree.

39 καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ἰουδαίων καὶ [ἐν] ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.

40 `This one God did raise up the third day, and gave him to become manifest,

40 τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,

41 not to all the people, but to witnesses, to those having been chosen before by God -- to us who did eat with `him', and did drink with him, after his rising out of the dead;

41 οὐ παντὶ τῶ λαῶ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·

42 and he commanded us to preach to the people, and to testify fully that it is he who hath been ordained by God judge of living and dead --

42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῶ λαῶ καὶ διαμαρτύρασθαι ὅτι οὖτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

43 to this one do all the prophets testify, that through his name every one that is believing in him doth receive remission of sins.'

43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

44 While Peter is yet speaking these sayings, the Holy spirit fell upon all those hearing the word,

44 ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

45 and those of the circumcision believing were astonished -- as many as came with Peter -- because also upon the nations the gift of the Holy Spirit hath been poured out,

45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῶ πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται·

46 for they were hearing them speaking with tongues and magnifying God.

46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη πέτρος,

47 Then answered Peter, `The water is any one able to forbid, that these may not be baptized, who the Holy Spirit did receive -- even as also we?'

47 μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;

48 he commanded them also to be baptized in the name of the Lord; then they besought him to remain certain days.

48 προσέταξεν δὲ αὐτοὺς ἐν τῶ ὀνόματι ἰησοῦ χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

  Chapter  9 Bible Contents Chapter  11  

Other chapters in Acts1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28

Genres:  Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Greek New Testament

Cover image by Freedom Studio / Shutterstock. Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis.

See Also: