Acts 23 - American Standard Version with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And Paul, looking stedfastly on the council, said, Brethren, I have lived before God in all good conscience until this day. | ![]() | 1 ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. |
2 And the high priest Ananias commanded them that stood by him to smite him on the mouth. | ![]() | 2 ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. |
3 Then said Paul unto him, God shall smite thee, thou whited wall: and sittest thou to judge me according to the law, and commandest me to be smitten contrary to the law? | ![]() | 3 τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; |
4 And they that stood by said, Revilest thou God's high priest? | ![]() | 4 οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; |
5 And Paul said, I knew not, brethren, that he was high priest: for it is written, Thou shalt not speak evil of a ruler of thy people. | ![]() | 5 ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. |
6 But when Paul perceived that the one part were Sadducees and the other Pharisees, he cried out in the council, Brethren, I am a Pharisee, a son of Pharisees: touching the hope and resurrection of the dead I am called in question. | ![]() | 6 γνοὺς δὲ ὁ παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν σαδδουκαίων τὸ δὲ ἕτερον φαρισαίων ἔκραζεν ἐν τῶ συνεδρίῳ, ἄνδρες ἀδελφοί, ἐγὼ φαρισαῖός εἰμι, υἱὸς φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι. |
7 And when he had so said, there arose a dissension between the Pharisees and Sadducees; and the assembly was divided. | ![]() | 7 τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν φαρισαίων καὶ σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. |
8 For the Sadducees say that there is no resurrection, neither angel, nor spirit; but the Pharisees confess both. | ![]() | 8 σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. |
9 And there arose a great clamor: and some of the scribes of the Pharisees part stood up, and strove, saying, We find no evil in this man: and what if a spirit hath spoken to him, or an angel? | ![]() | 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν φαρισαίων διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῶ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῶ ἢ ἄγγελος _ |
10 And when there arose a great dissension, the chief captain, fearing lest Paul should be torn in pieces by them, commanded the soldiers to go down and take him by force from among them, and bring him into the castle. | ![]() | 10 πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. |
11 And the night following the Lord stood by him, and said, Be of good cheer: for as thou hast testified concerning me at Jerusalem, so must thou bear witness also at Rome. | ![]() | 11 τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῶ ὁ κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς ῥώμην μαρτυρῆσαι. |
12 And when it was day, the Jews banded together, and bound themselves under a curse, saying that they would neither eat nor drink till they had killed Paul. | ![]() | 12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὖ ἀποκτείνωσιν τὸν παῦλον. |
13 And they were more than forty that made this conspiracy. | ![]() | 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· |
14 And they came to the chief priests and the elders, and said, We have bound ourselves under a great curse, to taste nothing until we have killed Paul. | ![]() | 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὖ ἀποκτείνωμεν τὸν παῦλον. |
15 Now therefore do ye with the council signify to the chief captain that he bring him down unto you, as though ye would judge of his case more exactly: and we, before he comes near, are ready to slay him. | ![]() | 15 νῦν οὗν ὑμεῖς ἐμφανίσατε τῶ χιλιάρχῳ σὺν τῶ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. |
16 But Paul's sister's son heard of their lying in wait, and he came and entered into the castle and told Paul. | ![]() | 16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῶ παύλῳ. |
17 And Paul called unto him one of the centurions, and said, Bring this young man unto the chief captain; for he hath something to tell him. | ![]() | 17 προσκαλεσάμενος δὲ ὁ παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῶ. |
18 So he took him, and brought him to the chief captain, and saith, Paul the prisoner called me unto him, and asked me to bring this young man unto thee, who hath something to say to thee. | ![]() | 18 ὁ μὲν οὗν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν, ὁ δέσμιος παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. |
19 And the chief captain took him by the hand, and going aside asked him privately, What is it that thou hast to tell me? | ![]() | 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; |
20 And he said, The Jews have agreed to ask thee to bring down Paul tomorrow unto the council, as though thou wouldest inquire somewhat more exactly concerning him. | ![]() | 20 εἶπεν δὲ ὅτι οἱ ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. |
21 Do not thou therefore yield unto them: for there lie in wait for him of them more than forty men, who have bound themselves under a curse, neither to eat nor to drink till they have slain him: and now are they ready, looking for the promise from thee. | ![]() | 21 σὺ οὗν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὖ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. |
22 So the chief captain let the young man go, charging him, Tell no man that thou hast signified these things to me. | ![]() | 22 ὁ μὲν οὗν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με. |
23 And he called unto him two of the centurions, and said, Make ready two hundred soldiers to go as far as Caesarea, and horsemen threescore and ten, and spearmen two hundred, at the third hour of the night: | ![]() | 23 καὶ προσκαλεσάμενος δύο [τινὰς] τῶν ἑκατονταρχῶν εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, |
24 and `he bade them' provide beasts, that they might set Paul thereon, and bring him safe unto Felix the governor. | ![]() | 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν παῦλον διασώσωσι πρὸς φήλικα τὸν ἡγεμόνα, |
25 And he wrote a letter after this form: | ![]() | 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· |
26 Claudius Lysias unto the most excellent governor Felix, greeting. | ![]() | 26 κλαύδιος λυσίας τῶ κρατίστῳ ἡγεμόνι φήλικι χαίρειν. |
27 This man was seized by the Jews, and was about to be slain of them, when I came upon them with the soldiers and rescued him, having learned that he was a Roman. | ![]() | 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῶ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι ῥωμαῖός ἐστιν· |
28 And desiring to know the cause wherefore they accused him, I brought him down unto their council: | ![]() | 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῶ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· |
29 whom I found to be accused about questions of their law, but to have nothing laid to his charge worthy of death or of bonds. | ![]() | 29 ὃν εὖρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. |
30 And when it was shown to me that there would be a plot against the man, I sent him to thee forthwith, charging his accusers also to speak against him before thee. | ![]() | 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ. |
31 So the soldiers, as it was commanded them, took Paul and brought him by night to Antipatris. | ![]() | 31 οἱ μὲν οὗν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν ἀντιπατρίδα· |
32 But on the morrow they left the horsemen to go with him, and returned to the castle: | ![]() | 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῶ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· |
33 and they, when they came to Caesarea and delivered the letter to the governor, presented Paul also before him. | ![]() | 33 οἵτινες εἰσελθόντες εἰς τὴν καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῶ ἡγεμόνι παρέστησαν καὶ τὸν παῦλον αὐτῶ. |
34 And when he had read it, he asked of what province he was; and when he understood that he was of Cilicia, | ![]() | 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ κιλικίας, |
35 I will hear thee fully, said he, when thine accusers also are come: and he commanded him to be kept in Herod's palace. | ![]() | 35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῶ πραιτωρίῳ τοῦ ἡρῴδου φυλάσσεσθαι αὐτόν. |
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..