Acts 23 - Bible in Basic English with Greek
Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
1 And Paul, looking fixedly at the Sanhedrin, said, My brothers, my life has been upright before God till this day. | ![]() | 1 ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. |
2 And the high priest, Ananias, gave orders to those who were near him to give him a blow on the mouth. | ![]() | 2 ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. |
3 Then Paul said to him, God will give blows to you, you whitewashed wall: are you here to be my judge by law, and by your orders am I given blows against the law? | ![]() | 3 τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; |
4 And those who were near said, Do you say such words against God's high priest? | ![]() | 4 οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; |
5 And Paul said, Brother, I had no idea that he was the high priest: for it has been said, You may not say evil about the ruler of your people. | ![]() | 5 ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. |
6 But when Paul saw that half of them were Sadducees and the rest Pharisees, he said in the Sanhedrin, Brothers, I am a Pharisee, and the son of Pharisees: I am here to be judged on the question of the hope of the coming back from the dead. | ![]() | 6 γνοὺς δὲ ὁ παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν σαδδουκαίων τὸ δὲ ἕτερον φαρισαίων ἔκραζεν ἐν τῶ συνεδρίῳ, ἄνδρες ἀδελφοί, ἐγὼ φαρισαῖός εἰμι, υἱὸς φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι. |
7 And when he had said this, there was an argument between the Pharisees and the Sadducees, and a division in the meeting. | ![]() | 7 τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν φαρισαίων καὶ σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. |
8 For the Sadducees say that there is no coming back from the dead, and no angels or spirits: but the Pharisees have belief in all these. | ![]() | 8 σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. |
9 And there was a great outcry: and some of the scribes on the side of the Pharisees got up and took part in the discussion, saying, We see no evil in this man: what if he has had a revelation from an angel or a spirit? | ![]() | 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν φαρισαίων διεμάχοντο λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῶ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῶ ἢ ἄγγελος _ |
10 And when the argument became very violent, the chief captain, fearing that Paul would be pulled in two by them, gave orders to the armed men to take him by force from among them, and take him into the army building. | ![]() | 10 πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. |
11 And the night after, the Lord came to his side and said, Be of good heart, for as you have been witnessing for me in Jerusalem, so will you be my witness in Rome. | ![]() | 11 τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῶ ὁ κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς ῥώμην μαρτυρῆσαι. |
12 And when it was day, the Jews came together and put themselves under an oath that they would take no food or drink till they had put Paul to death. | ![]() | 12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὖ ἀποκτείνωσιν τὸν παῦλον. |
13 And more than forty of them took this oath. | ![]() | 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· |
14 And they came to the chief priests and the rulers and said, We have taken a great oath to take no food till we have put Paul to death | ![]() | 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὖ ἀποκτείνωμεν τὸν παῦλον. |
15 So now, will you and the Sanhedrin make a request to the military authorities to have him sent down to you, as if you were desiring to go into the business in greater detail; and we, before ever he gets to you, will be waiting to put him to death. | ![]() | 15 νῦν οὗν ὑμεῖς ἐμφανίσατε τῶ χιλιάρχῳ σὺν τῶ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. |
16 But Paul's sister's son had word of their design, and he came into the army building and gave news of it to Paul. | ![]() | 16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῶ παύλῳ. |
17 And Paul sent for a captain and said, Take this young man to your chief, for he has news for him. | ![]() | 17 προσκαλεσάμενος δὲ ὁ παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῶ. |
18 So he took him to the chief captain and said, Paul, the prisoner, made a request to me to take this young man to you, for he has something to say to you. | ![]() | 18 ὁ μὲν οὗν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν, ὁ δέσμιος παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. |
19 And the chief took him by the hand and, going on one side, said to him privately, What is it you have to say to me? | ![]() | 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; |
20 And he said, The Jews are in agreement together to make a request to you for Paul to be taken, on the day after this, into the Sanhedrin, to be questioned in greater detail. | ![]() | 20 εἶπεν δὲ ὅτι οἱ ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. |
21 But do not give way to them, for more than forty of them are waiting for him, having taken an oath not to take food or drink till they have put him to death: and now they are ready, waiting for your order. | ![]() | 21 σὺ οὗν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὖ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. |
22 So the chief captain let the young man go, saying to him, Do not say to anyone that you have given me word of these things. | ![]() | 22 ὁ μὲν οὗν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με. |
23 And he sent for two captains and said, Make ready two hundred men, with seventy horsemen and two hundred spearmen, to go to Caesarea, at the third hour of the night: | ![]() | 23 καὶ προσκαλεσάμενος δύο [τινὰς] τῶν ἑκατονταρχῶν εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, |
24 And get beasts so that they may put Paul on them, and take him safely to Felix, the ruler. | ![]() | 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν παῦλον διασώσωσι πρὸς φήλικα τὸν ἡγεμόνα, |
25 And he sent a letter in these words: | ![]() | 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· |
26 Claudius Lysias, to the most noble ruler, Felix, peace be with you. | ![]() | 26 κλαύδιος λυσίας τῶ κρατίστῳ ἡγεμόνι φήλικι χαίρειν. |
27 This man was taken by the Jews, and was about to be put to death by them, when I came on them with the army and took him out of danger, having knowledge that he was a Roman. | ![]() | 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῶ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι ῥωμαῖός ἐστιν· |
28 And, desiring to get at the reason for their attack on him, I took him down to their Sanhedrin: | ![]() | 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῶ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· |
29 Then it became clear to me that it was a question of their law, and that nothing was said against him which might be a reason for prison or death. | ![]() | 29 ὃν εὖρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. |
30 And when news was given to me that a secret design was being made against the man, I sent him straight away to you, giving orders to those who are against him to make their statements before you. | ![]() | 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ. |
31 So the armed men, as they were ordered, took Paul and came by night to Antipatris. | ![]() | 31 οἱ μὲν οὗν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν ἀντιπατρίδα· |
32 But on the day after, they sent the horsemen on with him, and went back to their place: | ![]() | 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῶ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· |
33 And they, when they came to Caesarea, gave the letter to the ruler, and took Paul before him. | ![]() | 33 οἵτινες εἰσελθόντες εἰς τὴν καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῶ ἡγεμόνι παρέστησαν καὶ τὸν παῦλον αὐτῶ. |
34 And after reading it, he said, What part of the country do you come from? And, hearing that he was from Cilicia, | ![]() | 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ κιλικίας, |
35 I will give hearing to your cause, he said, when those who are against you have come. And he gave orders for him to be kept in Herod's Praetorium. | ![]() | 35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῶ πραιτωρίῳ τοῦ ἡρῴδου φυλάσσεσθαι αὐτόν. |
Chapter 22 Bible Contents Chapter 24
Other chapters in Acts: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
Genres: Law History Wisdom Prophets Gospels Acts Epistles Apocalyptic
Or select another Bible translation:
Turn Parallel Languages Off
American Standard Version
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation
Greek New Testament
Cover image by Freedom Studio / Shutterstock Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis..